Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.238 Joseph. AJ 12.243 (English) >>Joseph. AJ 12.248

12.241παρεκάλεσαν οὖν αὐτὸν ἐπιτρέψαι αὐτοῖς οἰκοδομῆσαι γυμνάσιον ἐν Ἱεροσολύμοις. συγχωρήσαντος δὲ καὶ τὴν τῶν αἰδοίων περιτομὴν ἐπεκάλυψαν, ὡς ἂν εἶεν καὶ τὰ περὶ τὴν ἀπόδυσιν Ἕλληνες, τά τε ἄλλα πάνθʼ ὅσα ἦν αὐτοῖς πάτρια παρέντες ἐμιμοῦντο τὰ τῶν ἄλλων ἐθνῶν ἔργα. 12.242

Ἀντίοχος δὲ τῆς βασιλείας αὐτῷ χωρούσης κατὰ τρόπον ἐπὶ τὴν Αἴγυπτον διέγνω στρατεύσασθαι, πόθον αὐτῆς λαβὼν καὶ διὰ τὸ τῶν Πτολεμαίου παίδων καταφρονεῖν ἀσθενῶν ἔτι τυγχανόντων καὶ μηδέπω πράγματα τηλικαῦτα διέπειν δυναμένων. 12.243γενόμενος οὖν μετὰ πολλῆς δυνάμεως κατὰ τὸ Πηλούσιον καὶ δόλῳ τὸν Φιλομήτορα Πτολεμαῖον ἐκπεριελθὼν καταλαμβάνει τὴν Αἴγυπτον, καὶ γενόμενος ἐν τοῖς περὶ Μέμφιν τόποις καὶ κατασχὼν ταύτην ὥρμησεν ἐπὶ τὴν Ἀλεξάνδρειαν, ὡς πολιορκίᾳ παραστησόμενος αὐτὴν καὶ τὸν ἐκεῖ βασιλεύοντα χειρωσόμενος Πτολεμαῖον. 12.244ἀπεκρούσθη δʼ οὐ τῆς Ἀλεξανδρείας μόνον, ἀλλὰ καὶ τῆς ὅλης Αἰγύπτου, Ῥωμαίων αὐτῷ παραγγειλάντων ἀπέχεσθαι τῆς χώρας, καθὼς ἤδη που καὶ πρότερον ἐν ἄλλοις δεδηλώκαμεν. 12.245διηγήσομαι δὲ κατὰ μέρος τὰ περὶ τοῦτον τὸν βασιλέα, ὡς τήν τε Ἰουδαίαν ἐχειρώσατο καὶ τὸν ναόν· ἐν γὰρ τῇ πρώτῃ μου πραγματείᾳ κεφαλαιωδῶς αὐτῶν ἐπιμνησθεὶς ἀναγκαῖον ἡγησάμην νῦν εἰς τὴν ἐπʼ ἀκριβὲς αὐτῶν ἐπανελθεῖν ὑφήγησιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.238 Joseph. AJ 12.243 (English) >>Joseph. AJ 12.248

Powered by PhiloLogic